Add parallel Print Page Options

Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ [a]ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ [b]εἰσεληλύθασιν· ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας [c]ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;

Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ [d]αὐτῷ ἕως [e]λάβῃ πρόϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. μὴ στενάζετε, [f]ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 ὑπόδειγμα λάβετε, [g]ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν [h]ἐν τῷ ὀνόματι κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς [i]ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου [j]εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν [k]ὁ κύριος καὶ οἰκτίρμων.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 5:4 ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NIV RP
  2. ΙΑΚΩΒΟΥ 5:4 εἰσεληλύθασιν NIV RP ] εἰσελήλυθαν WH Treg
  3. ΙΑΚΩΒΟΥ 5:5 ὑμῶν WH Treg NIV ] + ὡς RP
  4. ΙΑΚΩΒΟΥ 5:7 αὐτῷ WH Treg NIV ] αὐτόν RP
  5. ΙΑΚΩΒΟΥ 5:7 λάβῃ WH Treg NIV ] + ὑετὸν RP
  6. ΙΑΚΩΒΟΥ 5:9 ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP
  7. ΙΑΚΩΒΟΥ 5:10 ἀδελφοί WH Treg NIV ] + μου RP
  8. ΙΑΚΩΒΟΥ 5:10 ἐν WH Treg NIV ] – RP
  9. ΙΑΚΩΒΟΥ 5:11 ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP
  10. ΙΑΚΩΒΟΥ 5:11 εἴδετε WH Treg NIV ] ἴδετε RP
  11. ΙΑΚΩΒΟΥ 5:11 ὁ κύριος WH Treg NIV ] – RP